TLG 4344 001 :: MENECRATES :: Fragmenta MENECRATES Hist. Fragmenta Frr. 1–3 Citation: Fragment — (line) | ||
t1-2 | ΚΤΙΣΕΙΣ. | |
1 | Strabo XIII: Μενεκράτης ὁ Ἐλαΐτης ἐν τοῖς Περὶ κτίσεων φησὶ τὴν παραλίαν τὴν νῦν Ἰωνικὴν πᾶσαν, ἀπὸ Μυκάλης ἀρξαμένην, ὑπὸ Πελασγῶν οἰ‐ κεῖσθαι πρότερον καὶ τὰς πλησίον νήσους. | |
2 | Strabo XII: Τοὺς Μυσοὺς οἱ μὲν Θρᾷκας, οἱ δὲ Λυδοὺς εἰρήκασι, κατ’ αἰτίαν παλαιὰν ἱστοροῦν‐ τες, ἣν Ξάνθος ὁ Λυδὸς γράφει καὶ Μενε‐ κράτης ὁ Ἐλαΐτης· ἐτυμολογοῦντες καὶ τὸ ὄνομα | |
5 | τὸ τῶν Μυσῶν, ὅτι τὴν ὀξύην οὕτως ὀνομάζουσιν οἱ Λυδοί· πολλὴ δ’ ἡ ὀξύη κατὰ τὸν Ὄλυμπον, ὅπου ἐκτεθῆναί φασι τοὺς δεκατευθέντας· ἐκείνων δὲ ἀπογόνους εἶναι τοὺς ὕστερον Μυσοὺς, ἀπὸ τῆς ὀξύης οὕτω προσαγορευθέντας· μαρτυρεῖν δὲ καὶ τὴν διά‐ | |
---|---|---|
10 | λεκτον· μιξολύδιον γάρ πως εἶναι καὶ μιξοφρύγιον· τέως μὲν γὰρ οἰκεῖν αὐτοὺς περὶ τὸν Ὄλυμπον. Τῶν δὲ Φρυγῶν ἐκ τῆς Θρᾴκης περαιωθέντων, εἵλοντο τόν τε τῆς Τροίας ἄρχοντα καὶ τῆς πλησίον γῆς. Ἐκείνους μὲν ἐνταῦθα οἰκῆσαι· τοὺς δὲ Μυσοὺς ὑπὲρ τὰς τοῦ | |
15 | Καΐκου πηγὰς πλησίον Λυδῶν. | |
t3 | ΠΕΡΙΟΔΟΣ ΕΛΛΗΣΠΟΝΤΙΑΚΗ. | |
3 | Strabo XII: Αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον, τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενεθλή. Ἐπαινεῖ δὲ μάλιστα (sc. Δημήτριος ὁ Σκήψιος) | |
5 | τὴν Ἑκαταίου τοῦ Μιλησίου καὶ Μενεκράτους τοῦ Ἐλαΐτου, τῶν Ξενοκράτους γνωρίμων ἀνδρὸς, δόξαν καὶ τὴν Παλαιφάτου ... Ὁ δὲ Μενεκράτης ἐν τῇ Ἑλλησποντιακῇ περιόδῳ ὑπερ‐ κεῖσθαι λέγει τῶν ὑπὲρ τὴν Μύρλειαν τόπων ὀρεινὴν | |
10 | συνεχῆ, ἣν κατῴκει τὸ τῶν Ἁλιζώνων ἔθνος· δεῖ δὲ, φησὶ, γράφειν ἐν τοῖς λλ, τὸν δὲ ποιητὴν ἐν τῷ ἑνὶ γρά‐ φειν διὰ τὸ μέτρον. Ὁ δὲ Παλαίφατός φησιν, ἐξ Ἀμα‐ ζόνων τῶν ἐν τῇ Ἀλόπῃ οἰκούντων, νῦν δ’ ἐν Ζελείᾳ, τὸν | |
Ὁδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι. | 342 |